Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.79 Joseph. AJ 8.84 (English) >>Joseph. AJ 8.89

8.82ἦν δὲ ταῦτα τριχῇ διῃρημένα· ἑκάστην δὲ χώραν ὅρος ἐπεῖχεν εἰς ὑπόβασιν κατεσκευασμένος, ἐφʼ οἷς ἐτετόρευτο πῇ μὲν λέων πῇ δὲ ταῦρος καὶ ἀετός, ἐπὶ δὲ τῶν κιονίσκων ὁμοίως ἐξείργαστο τοῖς κατὰ τὰ πλευρὰ τετορευμένοις. 8.83τὸ δὲ πᾶν ἔργον ἐπὶ τεσσάρων αἰωρούμενον τροχῶν εἱστήκει. χωνευτοὶ δʼ ἦσαν οὗτοι πλήμνας καὶ ἄντυγας πήχεως καὶ ἡμίσους ἔχοντες τὴν διάμετρον. ἐθαύμασεν ἄν τις τὰς ἀψῖδας τῶν τροχῶν θεασάμενος, ὅπως συντετορευμέναι καὶ τοῖς πλευροῖς τῶν βάσεων προσηνωμέναι ἁρμονίως ταῖς ἄντυξιν ἐνέκειντο· ἦσαν δʼ ὅμως οὕτως ἔχουσαι. 8.84τὰς δὲ γωνίας ἄνωθεν συνέκλειον ὦμοι χειρῶν ἀνατεταμένων, οἷς ἐπεκάθητο σπεῖρα κατὰ κοῖλον ἐπικειμένη τὸν λουτῆρα ταῖς χερσὶν ἐπαναπαυόμενον ἀετοῦ καὶ λέοντος αὐτοῖς ἐφηρμοσμένων, ὡς σύμφυτα ταῦτʼ εἶναι δοκεῖν τοῖς ὁρῶσι. μεταξὺ δὲ τούτων φοίνικες ἦσαν τετορευμένοι. τοιαύτη μὲν κατασκευὴ τῶν δέκα βάσεων ὑπῆρχε. 8.85προσεξείργαστο δὲ καὶ χυτρογαύλους δέκα λουτῆρας στρογγύλους χαλκοῦς, ὧν ἕκαστος ἐχώρει τεσσαράκοντα χόας· τὸ γὰρ ὕψος εἶχε τεσσάρων πηχῶν καὶ τοσούτοις ἀλλήλων αὐτοῖς διειστήκει τὰ χείλη. τίθησι δὲ τοὺς λουτῆρας τούτους ἐπὶ τῶν δέκα βάσεων τῶν κληθεισῶν Μεχενώθ. 8.86πέντε δὲ λουτῆρας ἵστησιν ἐξ ἀριστεροῦ μέρους τοῦ ναοῦ, τέτραπτο δὲ τοῦτο κατὰ βορέαν ἄνεμον, καὶ τοσούτους ἐκ τοῦ δεξιοῦ πρὸς νότον ἀφορῶντας εἰς τὴν ἀνατολήν· κατὰ δʼ αὐτὸ καὶ τὴν θάλασσαν ἔθηκε.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.79 Joseph. AJ 8.84 (English) >>Joseph. AJ 8.89

Powered by PhiloLogic